Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.425 Joseph. AJ 12.429 (English) >>Joseph. AJ 12.434

12.427οὕτως δὲ συντάξας τὴν στρατιὰν ἐπεὶ προσέμιξεν τῷ τῶν πολεμίων στρατοπέδῳ, σημῆναι τὸν σαλπικτὴν ἐκέλευσεν καὶ τὴν στρατιὰν ἀλαλάξασαν προσιέναι. 12.428τὸ δʼ αὐτὸ ποιήσας Ἰούδας συμβάλλει τοῖς πολεμίοις, καὶ καρτερῶς ἀμφοτέρων ἀγωνιζομένων καὶ τῆς μάχης μέχρι δυσμῶν παρατεινομένης, ἰδὼν Ἰούδας τὸν Βακχίδην καὶ τὸ κρατερὸν τῆς στρατιᾶς ἐν τῷ δεξιῷ κέρατι τυγχάνον, παραλαβὼν τοὺς εὐψυχοτάτους ὥρμησεν ἐπʼ ἐκεῖνο τὸ μέρος τῆς τάξεως, καὶ προσβαλὼν τοῖς ἐκεῖ διέσπα αὐτῶν τὴν φάλαγγα. 12.429ὠσάμενος δʼ εἰς μέσους εἰς φυγὴν ἐβιάσατο αὐτούς, καὶ διώκει μέχρι Ἐζᾶ ὄρους οὕτω λεγομένου. θεασάμενοι δὲ τὴν τροπὴν τῶν ἐν τῷ δεξιῷ κέρατι οἱ τὸ εὐώνυμον ἔχοντες ἐκυκλώσαντο τὸν Ἰούδαν διώκοντα καὶ λαμβάνουσι μέσον αὐτὸν κατόπιν γενόμενοι. 12.430 δὲ φυγεῖν οὐ δυνάμενος, ἀλλὰ περιεσχημένος ὑπὸ τῶν πολεμίων, στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ. πολλοὺς δὲ κτείνας τῶν ἀντιπάλων καὶ κατάκοπος γενόμενος καὶ αὐτὸς ἔπεσεν, ἐπὶ καλοῖς μὲν πρότερον γεγενημένοις, ἐφʼ ὁμοίοις δὲ ὅτε ἀπέθνησκεν τὴν ψυχὴν ἀφείς. 12.431πεσόντος δὲ Ἰούδα πρὸς μηδένα τὸ λοιπὸν ἀφορᾶν ἔχοντες οἱ σὺν αὐτῷ στρατηγοῦ δὲ τοιούτου στερηθέντες ἔφυγον. 12.432λαβόντες δὲ τὸ σῶμα παρὰ τῶν πολεμίων ὑπόσπονδον Σίμων καὶ Ἰωνάθης ἀδελφοὶ τοῦ Ἰούδα, κομίσαντες εἰς τὴν Μωδεεῖν κώμην, ὅπου καὶ πατὴρ αὐτῶν τέθαπτο, κηδεύουσιν πενθήσαντος ἐπὶ συχνὰς αὐτὸν τοῦ πλήθους ἡμέρας καὶ τιμήσαντος κοινῇ τοῖς νενομισμένοις.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.425 Joseph. AJ 12.429 (English) >>Joseph. AJ 12.434

Powered by PhiloLogic